Ancient Greek · ~4 min
44.28.2 to 44.28.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.28.2-5
Not analysed yet
μετὰ ταῦτα Λέπιδος ἰδίαν τέ τινα, ὡς δὴ καὶ τούτοις ἐπεξιών, στάσιν ἤγειρε, καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν ἐτάραξεν. ὡς δʼ ἀπηλλάγημέν ποτε καὶ τούτου, μέμνησθε ὅσα αὖ καὶ οἷα πρός τε τοῦ Σερτωρίου καὶ πρὸς τῶν ἄλλων τῶν μετʼ αὐτοῦ φυγόντων ἐπάθομεν. τί δʼ ὁ Πομπήιος, τί δʼ ὁ Καῖσαρ αὐτὸς οὗτος; ἵνα μηδὲν ἐνταῦθα μήτε τοῦ Κατιλίνου μήτε τοῦ Κλωδίου μνημονεύσω. οὐ πρότερον μὲν ἐπολέμησαν ἀλλήλοις, καὶ ταῦτα συγγενεῖς ὄντες, ἔπειτα μυρίων κακῶν οὐ μόνον τὴν πόλιν ἡμῶν ἢ καὶ τὴν λοιπὴν Ἰταλίαν, ἀλλὰ καὶ πᾶσαν ὡς εἰπεῖν τὴν οἰκουμένην ἀνέπλησαν; ἆρʼ οὖν μετά τε τὸν τοῦ Πομπηίου θάνατον καὶ τὸν πολὺν ἐκεῖνον τῶν πολιτῶν ὄλεθρον ἡσυχία τις ἐγένετο; πόθεν; πολλοῦ γε καὶ δεῖ. οἶδε δὲ ἡ Ἀφρική, οἶδεν ἡ Ἰβηρία τὸ πλῆθος τῶν ἑκατέρωθι ἀπολομένων. τί οὖν; ἐπί γε τούτοις εἰρηνήσαμεν; καὶ πῶς; ὁπότε κεῖται μὲν αὐτὸς ὁ Καῖσαρ οὕτω σφαγείς, κατέχεται δὲ τὸ Καπιτώλιον, καὶ πεπλήρωται μὲν ἡ ἀγορὰ τῶν ὅπλων, πεπλήρωται δὲ καὶ πᾶσα