Ancient Greek · ~4 min
Book 44, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.29
Not analysed yet
ἡ πόλις τοῦ φόβου. οὕτως ἐπειδὰν ἄρξωνταί τινες στασιάζειν, καὶ τὰ βίαια ἀεὶ τοῖς βιαίοις ἀμύνεσθαι ζητῶσι, καὶ τὰς τιμωρίας μήτε πρὸς τὸ ἐπιεικὲς μήτε πρὸς τὸ ἀνθρώπινον ἀλλὰ πρός τε τὴν ἐπιθυμίαν καὶ τὴν ἐξουσίαν τὴν ἐκ τῶν ὅπλων ποιῶνται, κύκλος τις ἐξ ἀνάγκης ἀεὶ τῶν κακῶν γίγνεται καὶ ἀνταπόδοσις ἐκ διαδοχῆς τῶν δεινῶν συμβαίνει. τό τε γὰρ εὐτυχῆσαν ὕβρει τε πλεονάζει καὶ οὐδένα ὅρον τῆς πλεονεξίας ποιεῖται, καὶ τὸ πταῖσαν ὀργῇ τῆς συμφορᾶς, ἄν γε μὴ παραχρῆμα ἀπόληται, ἀντιτιμωρήσασθαι τὸν ἀδικήσαντα ἐπιθυμεῖ μέχρις ἂν τὸν θυμὸν ἐκπλήσῃ. καὶ αὐτοῖς καὶ τὸ λοιπὸν πλῆθος, κἂν μὴ συμμετάσχῃ τῶν πραγμάτων, ἀλλὰ τότε γε τῷ τε ἐλέῳ τοῦ νενικημένου καὶ τῷ φθόνῳ τοῦ κεκρατηκότος, δεῖσάν τε ἅμα μὴ καὶ τὰ αὐτὰ ἐκείνῳ πάθῃ, καὶ ἐλπίσαν τὰ αὐτὰ τούτῳ δράσειν, συναίρεται. καὶ οὕτω καὶ τὰ μέσα τῶν πολιτῶν στασιάζειν προάγεται, καὶ ἄλλοι τε ἐπʼ ἄλλοις τὸ κακόν, προφάσει τιμωρίας τῶν ἀεὶ ἐλαττουμένων, ὥσπερ τι ἔννομον καὶ ἐγκύκλιον πρᾶγμα, ἀνταμυνόμενοι διαδέχονται, καὶ αὐτοὶ μὲν ὡς ἕκαστοι ἀπαλλάσσουσι, τὸ δὲ δὴ κοινὸν ἐξ