Ancient Greek · ~4 min
Book 44, Chapter 40
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.40
Not analysed yet
ἐπεὶ δὲ ἐς τούτους τοὺς λόγους ἀφικόμην, ἄρξομαι περὶ τῶν κοινῶν αὐτοῦ πολιτευμάτων λέγειν. καὶ γὰρ εἰ μὲν ἐν ἡσυχίᾳ ἐβεβιώκει, τάχʼ ἂν ἀνέλεγκτον τὴν ἀρετὴν ἔσχεν· νῦν δὲ ἐπὶ πλεῖστον αὐξηθείς, καὶ μέγιστος οὐχ ὅτι τῶν καθʼ ἑαυτὸν ἀνθρώπων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τῶν τι δυνηθέντων γενόμενος, ἐκπρεπέστερον αὐτὴν ἐπεδείξατο. ἐκείνους μὲν γὰρ σχεδόν τι πάντας αὕτη ἡ ἐξουσία διήλεγξε, τοῦτον δὲ ἐπὶ μᾶλλον ἐξέφηνε. τῷ γὰρ μεγέθει τῆς ἀρετῆς ἀντιπάλους πράξεις λαβὼν ἰσοστάσιος αὐταῖς ηὑρέθη, καὶ μόνος ἀνθρώπων τηλικαύτην αὑτῷ τύχην ἐξ ἀνδραγαθίας κτησάμενος οὔτε διέβαλεν αὐτὴν οὔθʼ ὕβρισεν. ὅσα μὲν οὖν ἄλλως στρατευόμενος ἐλαμπρύνετο, ἢ ὅσα ἐν ταῖς ἐγκυκλίοις λειτουργίαις ἐμεγαλοφρονήσατο, παραλείψω, καίπερ τοσαῦτα ὄντα ὥστʼ ἄλλῳ τινὶ καὶ πάνυ ἂν ἐς ἔπαινον ἐξαρκέσαι· πρὸς γάρ τοι τὴν ἐπιφάνειαν τῶν μετὰ ταῦτα αὐτοῦ ἔργων σμικρολογεῖσθαι δόξω, ἂν καὶ ἐκεῖνα ἀκριβῶς ἐπεξίω· ὅσα δὲ δὴ ἄρχων ὑμῶν ἔπραξε, ταῦτʼ ἐρῶ μόνα. καὶ οὐδὲ ταῦτα μέντοι πάντα καθʼ ἕκαστον ἀκριβῶς διηγήσομαι· οὔτε γὰρ ἐξικέσθαι ποτʼ ἂν αὐτῶν δυνηθείην, καὶ πάμπολυν ἂν ὑμῖν ὄχλον ἄλλως τε καὶ εἰδόσι ταῦτα παράσχοιμι.