Ancient Greek · ~4 min
Book 44, Chapter 41
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.41
Not analysed yet
ὁ γὰρ ἀνὴρ οὗτος πρῶτον μὲν πάντων στρατηγήσας ἐν Ἰβηρίᾳ, καὶ ὕπουλον αὐτὴν εὑρών, οὐ περιεῖδέ σφας ὑπὸ τῷ τῆς εἰρήνης ὀνόματι ἀνανταγωνίστους γιγνομένους, οὐδʼ εἵλετο αὐτὸς ἐν ἡσυχίᾳ τὸν τῆς ἀρχῆς χρόνον διαγενεσθαι μᾶλλον ἢ τὰ κοινῇ συμφέροντα πρᾶξαι, ἀλλʼ ἐπειδήπερ ἑκόντες οὐ μετεμέλοντο, καὶ ἄκοντάς σφας ἐσωφρόνισεν, ὥστε καὶ τοὺς πρότερόν ποτε εὐδοκιμήσαντας κατʼ αὐτῶν τοσοῦτον ὑπερβαλέσθαι ὅσον τὸ φυλάξαι τι τοῦ κτήσασθαι χαλεπώτερόν ἐστι, καὶ τὸ μηδʼ αὖθίς ποτε νεωτερίσαι τινὰς δυνηθῆναι ἐξεργάσασθαι τοῦ τὴν ἀρχὴν ὑπηκόους αὐτούς, ἀκεραίου τῆς δυνάμεώς σφισιν οὔσης, ποιήσασθαι λυσιτελέστερον. τοιγάρτοι καὶ τὰ ἐπινίκια αὐτῷ διὰ τοῦτʼ ἐψηφίσασθε καὶ τὴν ἀρχὴν τὴν ὕπατον εὐθὺς ἐδώκατε. ἐξ οὗ δὴ καὶ τὰ μάλιστα διεφάνη τοῦθʼ, ὅτι οὔτε ἐπιθυμίας οὔτε εὐκλείας οἰκείας ἕνεκα τόν τε πόλεμον ἐκεῖνον ἐποιήσατο καὶ πρὸς τὰ λοιπὰ παρεσκευάζετο. παριδὼν γοῦν τὴν πέμψιν τῶν νικητηρίων διὰ τὸ τὰ πράγματα κατεπείγειν, καὶ χάριν μὲν ὑμῖν τῆς τιμῆς γνούς, ἀρκεσθεὶς δὲ αὐτῇ ἐκείνῃ πρὸς τὴν δόξαν, ὑπάτευσε.