Ancient Greek · ~3 min
44.42.3 to 44.42.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.42.3-5
Not analysed yet
καὶ ταῦτα μέντοι πάντα, μήτε δύναμιν ἀξιόχρεων μήτε χρήματα αὐτάρκη παρʼ ὑμῶν λαβών, οὕτω μὲν ταχέως κατέπραξεν ὥστε καὶ πρὶν αἰσθέσθαι τινὰ ὑμῶν ὅτι πολεμεῖ νενικηκέναι, οὕτω δὲ ἀσφαλῶς κατεστήσατο ὥστε καὶ ἐπιβατὴν ἀπʼ αὐτῶν καὶ τὴν Κελτικὴν καὶ τὴν Βρεττανίαν ποιῆσαι. καὶ νῦν δεδούλωται μὲν Γαλατία ἡ τούς τε Ἄμβρονας καὶ τοὺς Κίμβρους ἐφʼ ἡμᾶς ἀποστείλασα, καὶ γεωργεῖται πᾶσα ὥσπερ αὐτὴ ἡ Ἰταλία, πλεῖται δὲ οὐ Ῥοδανὸς ἔτι μόνος οὐδʼ Ἄραρις, ἀλλὰ καὶ Μόσας καὶ Λίγρος καὶ Ῥῆνος αὐτὸς καὶ ὠκεανὸς αὐτός. ὧν γὰρ οὐδὲ τὰς ἐπικλήσεις ἀκούοντες ἐπιστεύομεν αὐτὰ εἶναι, ταῦθʼ ἡμῖν προσκατείργασται, ἐμβατὰ μὲν τὰ πρὶν ἄγνωστα, πλωτὰ δὲ τὰ πρὶν ἀδιερεύνητα ἀπό τε τῆς μεγαλοπρεπείας καὶ ἀπὸ