Ancient Greek · ~4 min
Book 44, Chapter 43
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.43
Not analysed yet
τῆς μεγαλογνωμοσύνης ποιήσας. καὶ εἴγε μὴ φθονήσαντες αὐτῷ τινες, μᾶλλον δὲ ὑμῖν, ἐστασιάκεσαν, καὶ δεῦρο αὐτὸν πρὸ τοῦ προσήκοντος καιροῦ ἐπανελθεῖν ἠναγκάκεσαν, πάντως ἂν καὶ τὴν Βρεττανίαν ὅλην μετὰ τῶν ἄλλων νήσων τῶν περικειμένων αὐτῇ καὶ τὴν Κελτικὴν πᾶσαν μέχρι τοῦ ἀρκτικοῦ ὠκεανοῦ ἐκεχείρωτο, ὥσθʼ ἡμᾶς ὅρους μὴ γῆν μηδʼ ἀνθρώπους τὸ λοιπόν, ἀλλὰ ἀέρα καὶ τὴν ἔξω θάλασσαν ἔχειν. διὰ γὰρ ταῦτα καὶ ὑμεῖς, ὁρῶντες τό τε μέγεθος τῆς διανοίας αὐτοῦ καὶ τὰ ἔργα καὶ τὴν τύχην, ἐπὶ πλεῖστον ἄρξαι αὐτῷ προσετάξατε· ὅπερ, ἀφʼ οὗ ἐδημοκρατήθημεν, οὐδενὶ ἄλλῳ ὑπῆρξε, λέγω δὲ τὸ ὀκτὼ ἔτεσιν ὅλοις ἐφεξῆς ἡγεμονεῦσαι. οὕτως αὐτὸν πάντα ἐκεῖνα ὑμῖν ὄντως προσκτᾶσθαι ἐνομίσατε, καὶ οὐδεπώποτε ἐφʼ ὑμᾶς αὐξηθήσεσθαι ὑπωπτεύσατε. ἀλλὰ ὑμεῖς μὲν ἐπὶ μακρότατον αὐτὸν ἐγχρονίσαι τοῖς χωρίοις ἐκείνοις ἐπεθυμήσατε· οὐ μέντοι καὶ ἐπέτρεψαν οἱ τὴν πολιτείαν μηκέτι κοινὴν ἀλλʼ ἰδίαν αὑτῶν νομίζοντες εἶναι οὔτε τούτῳ τὰ λοιπὰ προσκαταστρέψασθαι οὔθʼ ὑμῖν πάντων αὐτῶν κυριεῦσαι, ἀλλὰ τῇ ἀσχολίᾳ αὐτοῦ ἀποχρησάμενοι πολλὰ καὶ ἀνόσια ἐτόλμησαν, ὥσθʼ ὑμᾶς τῆς παρʼ αὐτοῦ βοηθείας