Ancient Greek · ~2 min
Book 45, Chapter 16
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.16
Not analysed yet
ἐκείνῳ μὲν οὖν τῷ ἔτει ταῦτʼ ἐπράχθη, καὶ ὁ Σερουίλιος ὁ Ἰσαυρικὸς ὑπεργήρως ἀπέθανε. διά τε οὖν τοῦτο ἐμνημόνευσα αὐτοῦ, καὶ ὅτι οὕτως οἱ τότε Ῥωμαῖοι τούς τε τῷ ἀξιώματι προήκοντας ᾐδοῦντο καὶ τοὺς ἀναιδείᾳ τινὶ χρωμένους καὶ ἐπὶ τοῖς ἐλαχίστοις ἐμίσουν ὥστε, ἐπειδὴ ἐκεῖνός τινα ἐν ὁδῷ ποτε ἀπαντήσαντά οἱ βαδίζοντι ἱππεύοντα, καὶ μήτε ἀποπηδήσαντα καὶ προσέτι ἰσχυρῶς προσεξελάσαντα, ἐγνώρισέ τε μετὰ τοῦτο ἐν δικαστηρίῳ κρινόμενον καὶ εἶπε τοῖς δικασταῖς τὸ γενόμενον, οὔτε λόγον ἔτʼ αὐτῷ ἔδοσαν καὶ κατεψηφίσαντο πάντες.