Ancient Greek · ~5 min
45.17.1 to 45.17.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.17.1-4
Not analysed yet
Αὔλου δὲ δὴ Ἱρτίου μετὰ Γαΐου Οὐιβίου ὑπατεύσαντος (οὗτος γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ ἐς τὰ λευκώματα τὰ Σύλλεια ἐσγραφέντος, ὕπατος τότε ἀπεδείχθἠ βουλή τε ἐγένετο καὶ γνῶμαι ἐπὶ τρεῖς ἐφεξῆς ἡμέρας, ἀπʼ αὐτῆς τῆς νουμηνίας ἀρξάμεναι, προετέθησαν· ἔκ τε γὰρ τοῦ πολέμου ἐν χερσὶν ὄντος καὶ ἐκ τεράτων, ἃ πλεῖστα καὶ ἐξαισιώτατα ἐγεγόνει, ταρασσόμενοι οὐδὲ τῆς ἀποφράδος, τὸ μὴ ἐν ἐκείναις βουλεύσασθαί τι τῶν συμφερόντων σφίσιν, ἀπέσχοντο. κεραυνοί τε γὰρ παμπληθεῖς ἔπεσον, καί τινες αὐτῶν καὶ ἐς τὸν νεὼν τὸν τῷ Διὶ τῷ Καπιτωλίῳ ἐν τῷ Νικαίῳ ὄντα κατέσκηψαν· καὶ πνεῦμα μέγα ἐπιγενόμενον τάς τε στήλας τὰς περὶ τὸ Κρόνιον καὶ περὶ τὸν τῆς Πίστεως νεὼν προσπεπηγυίας ἀπέρρηξε καὶ διεσκέδασε, καὶ τὸ ἄγαλμα τὸ τῆς Ἀθηνᾶς τῆς Φυλακίδος, ὃ πρὸ τῆς φυγῆς ὁ Κικέρων ἐς τὸ Καπιτώλιον ἀνετεθείκει, κατέβαλε καὶ κατέθραυσε. καὶ τοῦτο μὲν καὶ αὐτῷ τῷ Κικέρωνι τὸν ὄλεθρον προεδήλωσε· τοὺς δὲ ἄλλους ἐκεῖνά τε ἐτάραττε καὶ σεισμὸς μέγας γενόμενος, ταῦρός τέ τις τυθείς τε διʼ αὐτὸν ἐν τῷ Ἑστιαίῳ καὶ ἀναπηδήσας μετὰ τὴν ἱερουργίαν. πρὸς δὲ δὴ τούτοις τοιούτοις οὖσι λαμπὰς ἀπʼ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς διέδραμε, καί τις ἀστὴρ καινὸς ἐπὶ πολλὰς ἡμέρας