Ancient Greek · ~4 min
45.17.6 to 45.17.9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.17.6-9
Not analysed yet
τότε δʼ οὖν ταῦτά τε ἐγένετο, καὶ λόγια πρὸς κατάλυσιν τῆς δημοκρατίας φέροντα παντοῖα ᾔδετο. κόρακές τε ἐς τὸ Διοσκόρειον ἐσπετόμενοι τὰ τῶν ὑπάτων τοῦ τε Ἀντωνίου καὶ τοῦ Δολοβέλλου ὀνόματα, ἐνταῦθά που ἐν πινακίῳ ἐγγεγραμμένα, ἐξεκόλαψαν. καὶ κύνες πολλοὶ νυκτὸς κατά τε τὴν ἄλλην πόλιν καὶ πρὸς τῇ τοῦ ἀρχιερέως τοῦ Λεπίδου οἰκίᾳ μάλιστα συστρεφόμενοι ὠρύοντο. ὅ τε Ἠριδανὸς ἐπὶ πολὺ τῆς πέριξ γῆς πελαγίσας ἐξαίφνης ἀνεχώρησε, καὶ παμπληθεῖς ἐν τῷ ξηρῷ ὄφεις ἐγκατέλιπε. καὶ ἰχθῦς ἐκ τῆς θαλάσσης ἀμύθητοι κατὰ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἐς τὴν ἤπειρον ἐξέπεσον. ἐπεγένετο μὲν οὖν καὶ λοιμὸς ἐπʼ αὐτοῖς πάσῃ ὡς εἰπεῖν τῇ Ἰταλίᾳ ἰσχυρός, καὶ διὰ τοῦτο τό τε βουλευτήριον τὸ Ὁστίλιον ἀνοικοδομηθῆναι καὶ τὸ χωρίον ἐν ᾧ ἡ ναυμαχία ἐγεγόνει συγχωσθῆναι ἐψηφίσθη· οὐ μέντοι καὶ ἐνταῦθα στήσεσθαι τὸ δεινὸν ἐδόκει, ἄλλως τε καὶ ἐπειδὴ τοῦ Οὐιβίου τὰ ἐσιτήρια τῇ νουμηνίᾳ θύοντος ῥαβδοῦχός τις αὐτοῦ ἔπεσεν ἐξαίφνης καὶ ἀπέθανεν. διὰ μὲν οὖν ταῦτα καὶ ἐν ἐκείναις ταῖς ἡμέραις ἐβουλεύσαντό τε, καὶ εἶπον ἄλλοι τε ἐφʼ ἑκάτερα πολλοὶ καὶ ὁ Κικέρων ὧδε·