Ancient Greek · ~3 min
Book 45, Chapter 18
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.18
Not analysed yet
“ὧν μὲν ἕνεκα τὴν ἀποδημίαν, ὡς καὶ ἐπὶ πλεῖστον ἐκδημήσων, ἐστειλάμην, καὶ διὰ σπουδῆς τὴν ἐπάνοδον, ὡς καὶ πολλὰ ὑμᾶς ὠφελήσων, ἐποιησάμην, ἠκούσατε πρῴην, ὦ πατέρες, ὅθʼ ὑμὶν περὶ αὐτῶν τούτων ἀπελογησάμην. οὔτε γὰρ ἐν δυναστείᾳ καὶ τυραννίδι ζῆν ὑπομείναιμʼ ἄν, ἐν ᾗ μήτε πολιτεύσασθαι ὀρθῶς μήτε παρρησιάσασθαι ἀσφαλῶς μήτε τελευτῆσαι χρησίμως ὑμῖν δύναμαι, οὔτʼ αὖ παρὸν τῶν δεόντων τι πρᾶξαι, κατοκνήσαιμʼ ἂν καὶ μετὰ κινδύνου τοῦτο ποιῆσαι. νομίζω γὰρ ἀνδρὸς ἀγαθοῦ ὁμοίως ἔργον εἶναι τοῖς τε τῆς πατρίδος συμφέρουσι τηρεῖν ἑαυτόν, φυλαττόμενον μὴ μάτην ἀπόληται, κἀν τούτῳ μηδὲν ἐλλείπειν τῶν προσηκόντων μήτε λέγοντα μήτε πράττοντα, κἂν ἄρα τι καὶ παθεῖν σώζοντα αὐτὴν ἀναγκαῖον ᾖ.