Ancient Greek · ~5 min
Book 45, Chapter 19
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.19
Not analysed yet
οὕτω δὴ τούτων ἐχόντων ἦν μέν που πολλὴ καὶ παρὰ τοῦ Καίσαρος καὶ ἐμοὶ καὶ ὑμῖν ἀσφάλεια πρὸς τὸ τὰ δέοντα βουλεύσασθαι· ἐπεὶ δὲ καὶ μετὰ φρουρᾶς συνελθεῖν ἐψηφίσασθε, πάνθʼ ἡμᾶς οὕτω δεῖ καὶ εἰπεῖν καὶ πρᾶξαι τήμερον ὥστε καὶ τὰ παρόντα καταστήσασθαι καὶ τοῦ μέλλοντος προϊδέσθαι, μὴ καὶ αὖθις ἀναγκασθῶμεν ὁμοίως ὑπὲρ αὐτῶν διαγνῶναι. ὅτι μὲν οὖν χαλεπὰ καὶ δεινὰ καὶ πολλῆς ἐπιμελείας καὶ φροντίδος δεόμενα τὰ πράγματα ἡμῶν ἐστι, καὶ ὑμεῖς αὐτοὶ δῆλον, εἰ καὶ ἐκ μηδενὸς ἄλλου, ἀλλʼ οὖν ἐκ τούτου γε πεποιήκατε· οὐ γὰρ ἂν ἐψηφίσασθε φυλακὴν τοῦ βουλευτηρίου σχεῖν, εἴγε ἐξῆν ὑμῖν ἔν τε τῷ εἰωθότι κόσμῳ καὶ ἐν ἡσυχίᾳ ἀδεῶς τι βουλεύσασθαι. δεῖ δὲ ἡμᾶς καὶ διὰ τοὺς στρατιώτας τοὺς παρόντας ἀξιόλογόν τι πρᾶξαι,ἵνα μὴ καὶ αἰσχύνην ὄφλωμεν, αἰτήσαντες μὲν αὐτοὺς ὡς καὶ φοβούμενοί τινας, ἀμελήσαντες δὲ τῶν πραγμάτων ὡς ἐν οὐδενὶ δεινῷ καθεστηκότες, καὶ λόγῳ μέν σφας ὑπὲρ τῆς πόλεως ἐπʼ Ἀντώνιον προσειληφότες, ἔργῳ δʼ ἐκείνῳ καθʼ ἡμῶν αὐτῶν δεδωκότες, ὥσπερ δέον αὐτόν, πρὸς τοῖς ἄλλοις στρατεύμασιν ἃ κατὰ τῆς πατρίδος συγκροτεῖ, καὶ αὐτοὺς τούτους προσλαβεῖν, ἵνα μηδὲν μηδὲ τήμερον κατʼ αὐτοῦ ψηφίσησθε.