Ancient Greek · ~7 min
Book 45, Chapter 2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.2
Not analysed yet
μὲν δὴ ταῦτʼ ἐλέχθη, τρεφομένου δὲ ἐν ἀγρῷ αὐτοῦ ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον ἐμετεωρίσθη καὶ μετὰ τοῦτο καταπτόμενος ἀπέδωκεν αὐτόν. παιδίσκου τε αὐτοῦ ὄντος καὶ τὴν διατριβὴν ἐν τῇ Ῥώμῃ ποιουμένου, ἔδοξέ ποτε ὁ Κικέρων ὄναρ ἁλύσεσί τε αὐτὸν χρυσαῖς ἐς τὸ Καπιτώλιον ἐκ τοῦ οὐρανοῦ καθιμῆσθαι καὶ μάστιγα παρὰ τοῦ Διὸς εἰληφέναι· καὶ οὐ γὰρ ἠπίστατο ὅστις ἦν, περιέτυχέ τε αὐτῷ τῆς ὑστεραίας ἐν αὐτῷ τῷ Καπιτωλίῳ, καὶ γνωρίσας αὐτὸν διηγήσατο τοῖς παροῦσι τὴν ὄψιν. ὅ τε Κάτουλος οὐδʼ αὐτός πω ἑορακὼς τὸν Ὀκτάουιον, ἐνόμισε τοὺς παῖδας ἐν τοῖς ὕπνοις τοὺς εὐγενεῖς πάντας ἐν τῷ Καπιτωλίῳ πρόσοδον πρὸς τὸν Δία πεποιῆσθαι, καὶ ἐν αὐτῇ τὸν θεὸν εἰκόνα τινὰ τῆς Ῥώμης ἐς τὸν ἐκείνου κόλπον ἐμβεβληκέναι· ἐκπλαγεὶς δὲ ἐπὶ τούτῳ ἀνῆλθεν ἐς τὸ Καπιτώλιον προσευξόμενος τῷ θεῷ, καὶ ἐκεῖ τὸν Ὀκτάουιον εὑρὼν ἄλλως ἀναβεβηκότα τό τε εἶδος αὐτοῦ πρὸς τὸ ἐνύπνιον προσήρμοσε καὶ τὴν ἀλήθειαν τῆς ὄψεως ἐβεβαιώσατο. μειρακιωθέντος δὲ μετὰ τοῦτο αὐτοῦ καὶ ἐς τοὺς ἐφήβους ἐσιόντος, τήν τε ἐσθῆτα τὴν ἀνδρικὴν ἐνδύντος, ὁ χιτὼν περιερράγη τε ἑκατέρωθεν ἀπὸ τῶν ἐπωμίδων καὶ μέχρι τῶν ποδῶν κατερρύη. τοῦτο αὐτὸ μὲν καθʼ ἑαυτὸ οὐχ ὅπως τέκμαρσίν τινα ὡς καὶ ἀγαθόν τι προσημαῖνον ἔφερεν, ἀλλὰ καὶ ἠνίασε τοὺς παρόντας, ὅτι ἐν τῇ πρώτῃ τοῦ ἀνδρικοῦ χιτῶνος ἐνδύσει συνεβεβήκει· ἐπελθὸν δὲ τῷ Ὀκταουίῳ εἰπεῖν ὅτι “τὸ ἀξίωμα τὸ βουλευτικὸν πᾶν ὑπὸ τοὺς πόδας μου σχήσω,” ἔκβασιν πρὸς τὸ λεχθὲν ἔλαβεν. ἐξ οὖν τούτων ὁ Καῖσαρ μεγάλα ἐπʼ αὐτῷ ἐπελπίσας ἔς τε τοὺς εὐπατρίδας αὐτὸν ἐσήγαγε καὶ ἐπὶ τὴν ἀρχὴν ἤσκει, καὶ πάνθʼ ὅσα προσήκει τῷ μέλλοντι καλῶς καὶ κατʼ ἀξίαν τηλικοῦτο κράτος διοικήσειν ὑπάρχειν ἀκριβῶς ἐξεπαίδευσε· λόγοις τε γὰρ ῥητορικοῖς, οὐχ ὅτι τῇ τῶν Λατίνων ἀλλὰ καὶ τῇδε τῇ γλώσσῃ, ἠσκεῖτο, καὶ ἐν ταῖς στρατείαις ἐρρωμένως ἐξεπονεῖτο, τά τε πολιτικὰ καὶ τὰ ἀρχικὰ ἰσχυρῶς ἐδιδάσκετο.