Ancient Greek · ~2 min
Book 45, Chapter 3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.3.1
Not analysed yet
οὗτος οὖν ὁ Ὀκτάουιος ἔτυχε μὲν τότε, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν τῇ Ἀπολλωνίᾳ τῇ πρὸς τῷ Ἰονίῳ ὢν κόλπῳ ἐπὶ παιδείᾳ (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐπὶ τοὺς Πάρθους ἐκεῖσε προεπέπεμπτο ʼ,ʼ πυθόμενος δὲ τὸ συμβεβηκὸς ἤλγησε μὲν ὥσπερ εἰκὸς ἦν, οὐ μέντοι καὶ νεωτερίσαι τι εὐθὺς ἐτόλμησεν· οὔτε γὰρ ὅτι υἱὸς οὔθʼ ὅτι κληρονόμος κατελέλειπτο ἠκηκόει πω, καὶ προσέτι καὶ ὁ δῆμος ὁμονοῶν ἐπὶ τῷ