Ancient Greek · ~3 min
Book 45, Chapter 21
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.21
Not analysed yet
πολέμιον αὐτὸν ἁπάντων ἡμῶν εἶναι. εἰ δὲ μὴ παραχρῆμα τότε ᾐσθάνεσθε μηδὲ ἐφʼ ἑκάστῳ αὐτῶν ἠγανακτεῖτε, ἐκεῖνον μὲν καὶ διὰ τοῦτο ἔτι μᾶλλον μισεῖν ἄξιόν ἐστιν, ὅτι τοιούτους ὄντας ὑμᾶς ἀδικῶν οὐ παύεται, καὶ δυνηθεὶς ἂν ἴσως συγγνώμης ἐφʼ οἷς τὸ πρῶτον ἥμαρτε τυχεῖν, ἐς τοσοῦτο τῇ συνεχείᾳ τῆς πονηρίας προελήλυθεν ὥστε καὶ ὑπὲρ ἐκείνων χρῆναι δίκην ὑποσχεῖν· ὑμῖν δὲ ἐς ὑπερβολὴν ἐπιμελητέον ἐστὶ τῶν πραγμάτων, ὁρῶσι καὶ λογιζομένοις τοῦθʼ, ὅτι τὸν τοσαυτάκις ὑμῶν ἐν τοσούτοις πράγμασι καταπεφρονηκότα ἀδύνατόν ἐστιν ἑκούσιον ὑπό τε τῆς αὐτῆς ἐπιεικείας καὶ τῆς αὐτῆς φιλανθρωπίας ὑμῶν σωφρονισθῆναι, ἀλλʼ ἀνάγκη καὶ ἄκοντα νῦν, εἰ καὶ μὴ πρότερον, τοῖς ὅπλοις κολασθῆναι.