Ancient Greek · ~6 min
Book 45, Chapter 22
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.22
Not analysed yet
μὴ γὰρ ὅτι καὶ καὶ ψηφίσασθαί τινα αὑτῷ τὰ μὲν ἀνέπεισεν ὑμᾶς τὰ δὲ ἐξεβιάσατο, ἧττόν τι παρὰ τοῦτο ἀδικεῖν αὐτὸν καὶ ἐλάττονος διὰ τοῦτο ἄξιον τιμωρίας εἶναι νομίσητε. πᾶν γὰρ τοὐναντίον καὶ ὑπὲρ αὐτοῦ τούτου μάλιστα δίκην ὀφείλει δοῦναι, ὅτι πολλὰ καὶ δεινὰ προελόμενος δρᾶσαι διʼ ὑμῶν τέ τινα αὐτῶν ἐποιήσατο, καὶ ταῖς παρʼ ὑμῶν ἀφορμαῖς, ἃς οὔτε εἰδότας οὔτε προορωμένους τι τοιοῦτον ἐξαπατήσας ἠνάγκασεν αὑτῷ ψηφίσασθαι, ἐφʼ ὑμᾶς αὐτοὺς ἀπεχρήσατο. ποῦ γὰρ ἂν ἑκόντες ὑμεῖς τὰς μὲν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦ κλήρου δοθείσας ἑκάστοις ἡγεμονίας κατελύσατε, τούτῳ δὲ ἐπετρέψατε τά τε ἄλλα πολλὰ τοῖς φίλοις καὶ τοῖς ἑταίροις διαδοῦναι, καὶ ἐς μὲν τὴν Μακεδονίαν τὸν ἀδελφὸν τὸν Γάϊον πέμψαι, τὴν δὲ δὴ Γαλατίαν ἑαυτῷ μετὰ τῶν στρατευμάτων, οἷς οὐδὲν ὑπὲρ ὑμῶν χρήσασθαι εἶχε, προστάξαι; ἢ οὐ μέμνησθε ὅπως ταραττομένους ὑμᾶς ἐπὶ τῇ τοῦ Καίσαρος τελευτῇ λαβὼν πάνθʼ ὅσα ἠβουλήθη διεπράξατο, τὰ μὲν ἐπικοινῶν ὑμῖν ὑπούλως καὶ ἀκαίρως, τὰ δὲ αὐτὸς ἐφʼ ἑαυτοῦ προσκακουργῶν, πάντα δὲ βιαζόμενος; στρατιώταις γοῦν, καὶ τούτοις βαρβάροις, καθʼ ὑμῶν ἐχρήσατο. καὶ τοῦτο θαυμάσειεν ἄν τις, εἰ κατʼ ἐκείνους τοὺς χρόνους ἐψηφίσθη τι οἷον οὐκ ἐχρῆν, ὁπότε μηδὲ νῦν παρρησίαν ἄλλως εἰπεῖν τι καὶ πρᾶξαι τῶν δεόντων, εἰ μὴ μετὰ φρουρᾶς, ἐσχήκαμεν; ἣν εἰ τότε περιβεβλημένοι ἦμεν, οὔτʼ ἂν ἐκεῖνος ὧν φήσει τις αὐτὸν τυχεῖν ἔτυχεν, οὔτʼ ἂν τὰ μετὰ ταῦτα αὐξηθεὶς ἐξ αὐτῶν ἔπραξε. μὴ οὖν ὅσα κελευόμενοι καὶ καταναγκαζόμενοι καὶ θρηνοῦντες δεδωκέναι αὐτῷ ἐδόξαμεν, ταῦτά τις ὡς καὶ νομίμως καὶ δικαίως γεγονότα προβαλλέσθω· οὐδὲ γὰρ ἐν τοῖς ἰδίοις, ὅσα ἄν τις ἕτερος ὑφʼ ἑτέρου βιασθεὶς πράξῃ, κύρια ταῦτα τηρεῖται.