Ancient Greek · ~2 min
Book 45, Chapter 23
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.23.3
Not analysed yet
ἐψηφίσασθε μήτε ἐμελλήσατε. μὴ τοίνυν, ὅτι τινὰ ἐδώκατε αὐτῷ, διὰ τοῦτο αὐτὸν ἐᾶτε καὶ τὰ μὴ δοθέντα πράττειν· μηδʼ ὅτι τινὰ συνεχωρήσατε, παρὰ τοῦτο οἴεσθε δεῖν καὶ τὰ μὴ συγχωρηθέντα αὐτῷ ποιεῖν ἐξεῖναι. πᾶν γὰρ τοὐναντίον καὶ διʼ αὐτὸ τοῦτο καὶ μισεῖν καὶ τιμωρεῖσθαι αὐτὸν ὀφείλετε, ὅτι καὶ τῇ τιμῇ καὶ τῇ φιλανθρωπίᾳ τῇ παρʼ ὑμῶν οὐκ ἐν τούτοις μόνοις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι καθʼ ὑμῶν ἐτόλμησε