Ancient Greek · ~2 min
45.23.1 to 45.23.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.23.1-2
Not analysed yet
καίτοι ταῦτα μέν, ὅσα γε ψηφίσασθαι δοκεῖτε, καὶ βραχέα καὶ οὐ πάνυ ἔξω τοῦ καθεστηκότος ὄντα εὑρήσετε. τί γὰρ δεινὸν εἰ ἕτερος ἀνθʼ ἑτέρου Μακεδονίας ἢ Γαλατίας ἄρξειν ἔμελλεν; ἢ τί χαλεπὸν εἴ τις στρατιώτας ὑπατεύων ἔλαβεν; ἀλλʼ ἐκεῖνα χαλεπὰ καὶ σχέτλια, τὸ τὴν χώραν ἡμῶν κακουργεῖσθαι, τὸ τὰς πόλεις τὰς συμμαχίδας πολιορκεῖσθαι, τὸ τοὺς στρατιώτας τοὺς ἡμετέρους ἐφʼ ἡμᾶς ὁπλίζεσθαι, τὸ τὰ ἡμέτερα καθʼ ἡμῶν ἀναλίσκεσθαι· ἃ μήτε