Ancient Greek · ~2 min
Book 45, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.25.2
Not analysed yet
ἐδώκατε. ʼ ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τούτου δίκην παρʼ αὐτοῦ λαβεῖν, ὅτι ταῦθʼ ὑμᾶς ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, οὐδὲ τὸ τοὺς νόμους παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν ἐπιχειρεῖν ἐδώκατέ ποτε