Ancient Greek
45.25.3 to 45.25.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.25.3-4
Not analysed yet
αὐτῷ. οὐδὲ γὰρ οὐδʼ ἄλλῳ τινί, καίτοι πολλὰ πολλοῖς ψηφισάμενοι, συνεχωρήσατε ὅσα ἐβούλοντο, ἀλλὰ καὶ δίκην ἀεί ποτε παρὰ τῶν τοιούτων, ὅσων γε καὶ ἠδυνήθητε, ἐλάβετε, ὥσπερ που καὶ παρʼ αὐτοῦ τούτου λήψεσθε, ἄν γε ἐμοὶ νῦν πεισθῆτε. καὶ γὰρ οὐδὲ ἐπὶ τούτων μόνων τοιοῦτος γέγονεν ὁποῖον αὐτὸν ἴστε καὶ ἑοράκατε, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς ὅσα πώποτε πρὸς τὰ κοινὰ προσελθὼν πέπραχε.