Ancient Greek · ~2 min
Book 45, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.27.2
Not analysed yet
ἐναντιούμενος τῇ κοινῇ τῆς πόλεως εἰρήνῃ, ἔπειτα δέ, ἐπειδὴ ἀγανακτήσαντες ἐψηφίσασθε διʼ αὐτὸν ἅπερ ἐψηφίσασθε, τοῦτο μὲν ἐκ τῆς πόλεως ἐξέδρα τὴν ἀρχὴν ἐγκαταλιπών, ᾧ μηδεμίαν ἐκ τῶν νόμων νύκτα ἀποδημῆσαι ἐξῆν, τοῦτο δὲ ἐς τὰ τοῦ Καίσαρος ὅπλα αὐτομολήσας ἐκεῖνόν τε ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ ὑμᾶς ἔκ τε τῆς Ῥώμης καὶ ἐκ τῆς ἄλλης Ἰταλίας ὅλης ἐξήλασε, καὶ ἑνὶ λόγῳ πάντων τῶν κακῶν τῶν ἐμφυλίων τῶν μετὰ ταῦθʼ ὑμῖν συμβάντων αἰτιώτατος ἐγένετο.