Ancient Greek · ~4 min
45.27.3 to 45.27.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.27.3-5
Not analysed yet
εἰ γὰρ μὴ τότε τοῖς βουλήμασιν ὑμῶν ἀντεπεπράχει, οὐκ ἄν ποτε ὁ Καῖσαρ οὔτε σκῆψιν οὐδεμίαν τῶν πολέμων εὑρήκει, οὔτε εἰ καὶ τὰ μάλιστα ἀπηναισχύντει, δύναμίν γέ τινα ἀξιόχρεων παρὰ τὰ δόγματα ὑμῶν ἠθροίκει, ἀλλʼ ἤτοι ἑκὼν ἐκ τῶν ὅπλων ἀπήλλακτο ἢ καὶ ἄκων ἐσεσωφρόνιστο. νῦν δὲ οὗτός ἐστιν ὁ καὶ ἐκείνῳ τὰς προφάσεις ἐνδοὺς καὶ τὸ τῆς βουλῆς ἀξίωμα καταλύσας, τό τε θράσος τῶν στρατιωτῶν ἐπαυξήσας· οὗτος ὁ τὸ σπέρμα τῶν κακῶν τῶν μετὰ ταῦτα ἐκφύντων ἐμβαλών, οὗτος ὁ κοινὸς ἀλιτήριος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ὀλίγου πάσης γενόμενος, ὥς που καὶ τὸ δαιμόνιον ἐναργῶς ἐσήμηνεν. ὅτε γοῦν τοὺς θαυμαστοὺς ἐκείνους νόμους ἐσέφερε, βροντῶν πάντα καὶ ἀστραπῶν ἐπληρώθη. ὧν οὐδὲν ὁ μιαρὸς οὗτος, καίπερ οἰωνιστὴς εἶναι λέγων, φροντίσας, κακῶν καὶ πολέμων, ὥσπερ εἶπον, οὐ τὴν πόλιν μόνον ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπλήρωσε. μετὰ ταῦτα τοίνυν τί μεν δεῖ λέγειν ὡς ἐπʼ ἐνιαυτὸν ὅλον ἱππάρχησεν, ὃ μήπω πρότερον