Ancient Greek · ~4 min
Book 45, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.29
Not analysed yet
ταῦτα μὲν οὖν ἐάσω· τὰς δὲ δὴ ὕβρεις ἃς τὸ κοινὸν ὕβρισε, καὶ τὰς σφαγὰς ἃς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν εἰργάσατο, πῶς ἄν τις σιωπήσειεν; ἢ οὐ μέμνησθε πῶς βαρὺς μὲν ὑμῖν καὶ αὐτῇ τῇ ὄψει, βαρύτατος δὲ τοῖς ἔργοις ἐγένετο; ὅστις, ὦ γῆ καὶ θεοί, πρῶτον μὲν ἐτόλμησεν ἐνταῦθα, ἐντὸς τοῦ τείχους, ἐν τῇ ἀγορᾷ, ἐν τῷ βουλευτηρίῳ καὶ ἐν τῷ Καπιτωλίῳ, τό τε ἔσθημα ἅμα τὸ περιπόρφυρον ἐνδύεσθαι καὶ ξίφος παραζώννυσθαι ῥαβδούχοις τε χρῆσθαι καὶ ὑπὸ στρατιωτῶν δορυφορεῖσθαι· ἔπειτα δυνηθεὶς ἂν καὶ τοὺς τῶν ἄλλων θορύβους καταπαῦσαι, οὐ μόνον οὐκ ἐποίησε τοῦτο, ἀλλὰ καὶ ὁμονοοῦντας ὑμᾶς ἐστασίασεν, τῇ μὲν αὐτὸς τῇ δὲ καὶ διʼ ἑτέρων. καὶ μέντοι καὶ αὐτοὺς ἐκείνους ἐν τῷ μέρει προσλαμβάνων, καὶ τοτὲ μὲν συναιρόμενός σφισι τοτὲ δὲ ἐναντιούμενος, αἰτιώτατος μὲν ἐγένετο τοῦ παμπληθεῖς σφων σφαγῆναι, αἰτιώτατος δὲ τοῦ μὴ πάντα τὰ τοῦ Πόντου τῶν τε Πάρθων εὐθὺς τότε ἐπὶ τῇ κατὰ τοῦ Φαρνάκου νίκῃ χειρωθῆναι· πρὸς γάρ τοι τὰ πραττόμενα ὑπʼ αὐτοῦ δεῦρο διὰ ταχέων ὁ Καῖσαρ ἐπειχθεὶς οὐδὲν ἐκείνων, ὥς γε καὶ ἠδυνήθη, παντελῶς κατειργάσατο.