Ancient Greek · ~3 min
Book 45, Chapter 28
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.28
Not analysed yet
ἐγεγόνει; τί δʼ ὅτι καὶ τότε μεθύων τε ἐπαρῴνει κἀν ταῖς ἐκκλησίαις τὴν κραιπάλην ἐπʼ αὐτοῦ τοῦ βήματος μεταξὺ δημηγορῶν ἐξήμει; τί δʼ ὅτι καὶ πόρνους καὶ πόρνας, καὶ γελωτοποιοὺς οὐχ ὅτι ἄνδρας ἀλλὰ καὶ γυναῖκας, μετὰ τῶν ῥαβδούχων δαφνηφορούντων ἐπαγόμενος τὴν Ἰταλίαν περιῄει; τί δʼ ὅτι τὴν τοῦ Πομπηίου οὐσίαν μόνος ἀνθρώπων ἀγοράσαι ἐτόλμησε, μήτε τὸ ἑαυτοῦ ἀξίωμα μήτε τὴν ἐκείνου μνήμην αἰδεσθείς, ἀλλʼ ἐφʼ οἷς πάντες ἔτι καὶ τότε ἐθρηνοῦμεν, ταῦτα μεθʼ ἡδονῆς ἁρπάσας; καὶ γὰρ ἐπʼ ἐκεῖνα καὶ ἐπʼ ἄλλα πολλὰ ἐπεπήδησεν ὡς μηδεμίαν αὐτῶν τιμὴν ἀποδώσων. ἀλλὰ καὶ ταύτην μετὰ πάσης ὕβρεως καὶ βίας ἐσεπράχθη· οὕτως αὐτοῦ καὶ ὁ Καῖσαρ κατέγνω· καὶ πάνθʼ ὅσαπερ ἐκτήσατο, παμπληθῆ τε γενόμενα καὶ ἐκ παντὸς τρόπου ἀργυρολογηθέντα, κατακεκύβευκε καὶ καταπεπόρνευκε καὶ καταβέβρωκε καὶ καταπέπωκεν ὥσπερ ἡ Χάρυβδις.