Ancient Greek · ~2 min
Book 45, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.31.1
Not analysed yet
ὑβρίζεσθαι. τάχα γʼ ἂν οὗτος ἢ τὸν Ὁράτιον τὸν παλαιὸν ἐκεῖνον ἢ καὶ τὴν Κλοιλίαν τὴν ἀρχαίαν ἐμιμήσατο, ὧν ἡ μὲν τὴν ἐσθῆτα πᾶσαν ἐνδεδυκυῖα τὸν ποταμὸν διενήξατο, ὁ δὲ καὶ μετὰ τῶν ὅπλων ἐς τὸ ῥεῦμα ἑαυτὸν ἐνέβαλεν. ἄξιόν γε (οὐ γάρ; ʼ καὶ τούτου τινὰ εἰκόνα στῆσαι, ἵνʼ ὁ μὲν καὶ ἐν τῷ Τιβέριδι ὡπλισμένος, ὁ δὲ καὶ ἐν τῇ ἀγορᾷ γυμνὸς