Ancient Greek · ~3 min
45.31.2 to 45.31.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.31.2-4
Not analysed yet
ὁρῷτο. καὶ γάρ τοι διὰ ταῦτα ἐκεῖνοι μὲν ἡμᾶς καὶ ἔσωζον καὶ ἠλευθέρουν, οὗτος δὲ πᾶσαν μὲν τὴν ἐλευθερίαν ἡμῶν, ὅσον ἐπʼ αὐτῷ ἦν, ἀφείλετο, πᾶσαν δὲ τὴν δημοκρατίαν κατέλυσεν, καὶ δεσπότην μὲν ἀντὶ ὑπάτου τύραννον δὲ ἀντὶ δικτάτορος ἡμῖν ἀντικατέστησε. μέμνησθε γὰρ οἷα μὲν προσελθὼν πρὸς τὸ βῆμα εἶπεν, οἷα δὲ ἀναβὰς ἐπʼ αὐτὸ ἔπραξε. καίτοι ὅστις ἐτόλμησε, Ῥωμαῖός τε ὢν καὶ ὑπατεύων, βασιλέα τινὰ Ῥωμαίων ἔν τε τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ καὶ πρὸς τῷ βήματι τῷ ἐλευθερίῳ, παντὸς μὲν τοῦ δήμου πάσης δὲ τῆς βουλῆς παρούσης ἀνειπεῖν, καὶ τό τε διάδημα εὐθὺς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιθεῖναι, καὶ προσκαταψεύσασθαι πάντων ἡμῶν ἀκουόντων ὅτι αὐτοὶ ταῦτα αὐτῷ καὶ εἰπεῖν καὶ πρᾶξαι ἐπεσκήψαμεν, τί μὲν οὐκ ἂν τῶν δεινοτάτων τολμήσειε, τίνος δʼ ἂν τῶν χαλεπωτάτων