Ancient Greek · ~3 min
Book 45, Chapter 33
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.33
Not analysed yet
Εἶτʼ ἐν τοσούτοις καὶ τηλικούτοις πράγμασι τὴν ἀλιτηριώδη γνώμην αὐτοῦ πεφωρακότες οὐ τιμωρήσεσθε αὐτόν, ἀλλὰ ἀναμενεῖτε καὶ τῷ ἔργῳ μαθεῖν τί ἂν δράσειεν ὑμᾶς ὡπλισμένος ὁ τοιαῦτα γυμνὸς εἰργασμένος; ἢ οἴεσθε ὅτι οὐκ ἐπιθυμεῖ τῆς τυραννίδος, ὅτι οὐκ εὔχεταί ποτε αὐτῆς τυχεῖν, ἀλλʼ ἐκβαλεῖ ποτε ἐκ τῆς διανοίας τὴν ἔφεσιν ταύτην, ἣν ἅπαξ ἐς τὸν νοῦν ἐγκατέθετο, καὶ καταβαλεῖ ποτε τὴν ἐλπίδα τῆς μοναρχίας, ὑπὲρ ἧς τοιαῦτα καὶ εἰπὼν καὶ ποιήσας ἀτιμώρητος ἐγένετο; καὶ τίς ἀνθρώπων ἃ ἄλλῳ τῳ συμπρᾶξαι, τῆς φωνῆς τῆς αὑτοῦ μόνης κυριεύων, ἐπιχειρήσειε, ταῦτʼ οὐκ ἂν αὐτὸς ἑαυτῷ δυνηθεὶς κατεργάσαιτο; τίς δʼ ἂν ἕτερον τύραννον καὶ ἐπὶ τὴν πατρίδα καὶ ἐφʼ ἑαυτὸν ἅμα ἀποδεῖξαι τολμήσας οὐκ ἂν αὐτὸς μοναρχῆσαι