Ancient Greek · ~2 min
Book 45, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.32.4
Not analysed yet
μὰ τὸ δόρυ τὸ Δεκίου καὶ τὸ ξίφος τὸ Βρούτου. σὺ δέ, ὦ παγκάκιστε, καὶ ἐδέου καὶ ἱκέτευες ἵνα δουλεύσῃς, ὡς Ποστούμιος ὅπως Σαυνίταις ἐκδοθῇ, ὡς Ῥήγουλος ὅπως Καρχηδονίοις ἀποδοθῇ, ὡς Κούρτιος ἵνα ἐς τὸ χάσμα ἐμπέσῃ. καὶ ποῦ τοῦτο γεγραμμένον εὗρες; οὗπερ καὶ τὸ τοὺς Κρῆτας ἐλευθέρους μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν γενέσθαι, ὧν ἡμεῖς ἐκεῖνον μετὰ τὸν τοῦ Καίσαρος θάνατον ἄρξαι ἐψηφισάμεθα.