Ancient Greek · ~6 min
Book 45, Chapter 37
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.37
Not analysed yet
αὐτῷ καὶ λέγοντι ὅτι οὐ πολεμεῖ τῇ πόλει; καὶ τίς οὕτως εὐήθης· ἐστὶν ὥστε τοῖς ῥήμασι μᾶλλον ἢ τοῖς ἔργοις τὸν πολεμοῦντα ἡμῖν ἢ μὴ σκοπεῖν; ἐγὼ μὲν γὰρ οὐ νῦν πρῶτον, ὅτε ἐκ τῆς πόλεως ἐκδέδρακε καὶ ἐπὶ τοὺς συμμάχους ἐστράτευκε καὶ Βρούτῳ προσβάλλει καὶ τὰς πόλεις πολιορκεῖ, κακόνουν αὐτὸν ἡμῖν εἶναί φημι, ἀλλὰ καὶ ἐξ ὧν πρότερόν ποτε, οὐχ ὅτι τελευτήσαντος τοῦ Καίσαρος ἀλλὰ καὶ ζῶντος ἔτι, καὶ κακῶς καὶ ἀσελγῶς ἔπραξεν, καὶ ἐχθρὸν καὶ ἐπίβουλον καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἡμῶν γεγονέναι διορίζομαι· τίς γὰρ ἂν τὴν πατρίδα φιλῶν ἢ τίς τυραννίδα μισῶν ἕν γε τι τούτων ἐποίησεν ἃ πολλὰ καὶ παντοδαπὰ οὗτος δέδρακε; πολέμιος μὲν δὴ πάλαι καὶ πανταχόθεν ὢν ἡμῖν ἐλέγχεται, ἔχει δὲ οὕτως. ἂν μὲν ἤδη καὶ τὴν ταχίστην ἀμυνώμεθα αὐτόν, πάντα καὶ τὰ προειμένα ἀναληψόμεθα· ἂν δʼ ἀμελήσαντες τοῦτο ποιεῖν περιμένωμεν ἕως ἂν ἡμῖν αὐτὸς ἐκεῖνος ἐπιβουλεύειν ὅμολογήσῃ, πάντων ἁμαρτησόμεθα. τοῦτο μὲν γὰρ οὐδʼ ἂν πρὸς αὐτὴν τὴν πόλιν προσελαύνῃ ποιήσει, ὥσπερ οὐδʼ ὁ Μάριος οὐδʼ ὁ Κίννας οὐδʼ ὁ Σύλλας· ἂν δὲ ἐν τῷ κράτει τῶν πραγμάτων γένηται, οὐκ ἔστιν ὅ τι οὐ δράσει τῶν αὐτῶν ἐκείνοις, ἢ καὶ χαλεπώτερον. ἄλλα τε γὰρ λέγειν οἱ πρᾶξαί τι γλιχόμενοι καὶ ἄλλα ποιεῖν οἱ κατορθώσαντες εἰώθασι· πρὸς μὲν γὰρ τὸ κρατῆσαι τούτου πάντα πλάττονται, τυχόντες δὲ αὐτοῦ οὐδενὸς ὧν ἐπιθυμοῦσιν ἀπέχονται. καὶ προσέτι καὶ τὰ τετολμημένα τισὶν οἱ ἐπιγιγνόμενοι νικᾶν ἀεὶ ἐθέλουσι, τὸ μὲν ὅμοιον ὡς καὶ σμικρὸν ἐκ τοῦ προπεπρᾶχθαι νομίζοντες, τὸ δὲ ἄτοπον ὡς καὶ μόνον σφῶν ἄξιον ἐκ τοῦ παραδόξου προαιρούμενοι.