Ancient Greek · ~6 min
Book 45, Chapter 38
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.38
Not analysed yet
Ταῦτʼ οὖν ὁρῶντες, ὦ πατέρες, μηκέτι μέλλωμεν, μηδʼ ὑπὸ τῆς ἐν τῷ παρόντι ῥᾳστώνης δελεαζώμεθα, ἀλλὰ τῆς πρὸς τὸ μέλλον ἀσφαλείας προϊδώμεθα. πῶς γὰρ οὐκ αἰσχρὸν Καίσαρα μέν, ἄρτι τε ἐκ παίδων προεληλυθότα καὶ οὐ πολὺς ἐξ οὗ χρόνος ἐς τοὺς ἐφήβους ἐγγεγραμμένον, τοσαύτην τοῦ κοινοῦ πρόνοιαν ποιεῖσθαι ὥστε καὶ τὰ χρήματα ὑπὲρ τῆς σωτηρίας αὐτοῦ ἀναλίσκειν καὶ στρατιώτας ἀθροίζειν, ἡμᾶς δὲ μήτʼ αὐτούς τι τῶν δεόντων πρᾶξαι μήτε ἐκείνῳ συνάρασθαι προελέσθαι, καίπερ πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ εἰληφότας; τίς γὰρ οὐκ οἶδεν ὅτι εἰ μὴ μετὰ τῶν ἐκ τῆς Καμπανίας στρατιωτῶν ἐνταῦθα ἀφῖκτο, πάντως ἂν Ἀντώνιος ἐκ τοῦ Βρεντεσίου εὐθύς, ὥσπερ εἶχεν, ἐς τὴν πόλιν ἡμῶν μετὰ πάντων τῶν στρατευμάτων ὥσπερ τις χειμάρρους ἐσεπεπτώκει; καὶ μὴν καὶ ἐκεῖνο δεινόν, τοὺς μὲν πάλαι ἐστρατευμένους ἑκουσίους ἑαυτοὺς ὑμῖν πρὸς τὰ παρόντα πράγματα ἐπιδεδωκέναι, μήτε τὴν ἡλικίαν μήτε τὰ τραύματα, ἃ πρότερόν ποτε πολεμοῦντες ὑπὲρ ὑμῶν ἔλαβον, ὑπολογισαμένους, ὑμᾶς δὲ μηδὲ ἐπικυρῶσαι τὸν πόλεμον ἐθελῆσαι τὸν ὑπʼ αὐτῶν ἐκείνων προκεχειροτονημένον, ἀλλὰ τοσούτῳ χείρους καὶ τῶν κινδυνευόντων αὐτῶν γίγνεσθαι ὥστε ἐπαινεῖν μὲν τοὺς στρατιώτας τοὺς τήν τε μιαρίαν τοῦ Ἀντωνίου κατιδόντας καὶ ἐκείνου μὲν καὶ ὑπατεύοντος ἀποστάντας, τῷ δὲ δὴ Καίσαρι, τοῦτʼ ἔστιν ὑμῖν διʼ αὐτοῦ, προσθεμένους, ἃ δʼ ὀρθῶς αὐτοὺς πεποιηκέναι φατέ, ταῦτʼ ὀκνῆσαι ψηφίσασθαι. καὶ μέντοι καὶ τῷ Βρούτῳ χάριν ἴσμεν ὅτι μήτε τὸ κατʼ ἀρχὰς ἐσεδέξατο τὸν Ἀντώνιον ἐς τὴν Γαλατίαν καὶ νῦν ἐπιστρατεύσαντα ἀπωθεῖται. τί ποτʼ οὖν οὐχὶ καὶ αὐτοὶ τὰ αὐτὰ ποιοῦμεν; τί δὲ οὐ τοὺς ἄλλους οὓς ὀρθῶς