Ancient Greek · ~3 min
Book 45, Chapter 41
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.41
Not analysed yet
καίτοι εἶπέ ποτε ὅτι ἐγὼ τοὺς σφαγέας ἐπʼ αὐτὸν παρεσκεύασα· οὕτω γὰρ ἀνόητός ἐστιν ὥστε μου καταψεύδεσθαι τολμᾶν τηλικούτους ἐπαίνους. ἐγὼ δὲ αὐτόχειρα μὲν αὐτὸν οὐ λέγω γεγονέναι τοῦ Καίσαρος, οὐχ ὅτι οὐκ ἠθέλησεν, ἀλλʼ ὅτι καὶ τοῦτο κατέδεισε· τοῖς μέντοι πράγμασιν αὐτοῖς φημι ἐκεῖνον ὑπʼ αὐτοῦ ἀπολωλέναι. ὁ γὰρ τὴν αἰτίαν αὐτῷ τοῦ δικαίως ἐπιβεβουλεῦσθαι δοκεῖν παρασχὼν οὗτός ἐστιν ὁ βασιλέα αὐτὸν προσαγορεύσας, ὁ τὸ διάδημα αὐτῷ δούς, ὁ καὶ τοῖς φιλοῦσιν αὐτὸν πρότερον διαβαλών. ἢ ἐγὼ μὲν χαίρω τῷ θανάτῳ τοῦ Καίσαρος ὁ μηδὲν ἔξω τῆς ἐλευθερίας ἀπʼ αὐτοῦ ἀπολαύσας, Ἀντώνιος δὲ ἄχθεται ὁ πᾶσαν μὲν τὴν ἐκείνου οὐσίαν διαρπάσας, πάμπολλα δὲ ἐπὶ τῇ τῶν γραμμάτων αὐτοῦ προφάσει κακουργήσας, καὶ τέλος πρὸς τὴν διαδοχὴν τῆς δυναστείας αὐτοῦ ἐπειγόμενος;