Ancient Greek · ~3 min
Book 45, Chapter 40
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.40
Not analysed yet
προσήκει. τίς μὲν γὰρ οὐκ οἶδεν ὅτι αὐτὸς ἡμῖν πάντα τὰ ἐμφύλια κακὰ παρασκευάσας ἔπειτʼ ἐπʼ ἐλάχιστον τῶν κινδύνων μετέσχεν, ἐπὶ πολὺ μὲν ἐν τῷ Βρεντεσίῳ καταμείνας ὑπὸ δειλίας, ὥστʼ ὀλίγου τὸν Καίσαρα μονωθέντα διʼ αὐτὸν πταῖσαι, πάντας δὲ τοὺς μετὰ ταῦτα πολέμους, τὸν πρὸς Αἰγυπτίους, τὸν πρὸς Φαρνάκην, τὸν ἐν Ἀφρικῇ, τὸν ἐν Ἰβηρίᾳ ἐκστάς; τίς δʼ οὐκ οἶδεν ὅτι τόν τε Κλώδιον προσποιησάμενος καὶ τῇ δημαρχίᾳ αὐτοῦ πρὸς πάντα τὰ δεινότατα ἀποχρησάμενος κἂν ἀπέκτεινεν αὐτοχειρίᾳ, εἴγε ἐγὼ τὴν ὑπόσχεσιν αὐτοῦ ταύτην ἐδεδέγμην· καὶ τῷ Καίσαρι τοῦτο μὲν ταμιεύων στρατηγοῦντι ἐν Ἰβηρίᾳ συνεξετασθείς, τοῦτο δὲ ἐν τῇ δημαρχίᾳ παρὰ τὴν ἁπάντων ἡμῶν γνώμην προσθέμενος, καὶ μετὰ τοῦτο καὶ χρήματα παρʼ αὐτοῦ ἀμύθητα καὶ τιμὰς ὑπερόγκους λαβών, ἐπεχείρησεν αὐτὸν ἔς τε μοναρχίας ἐπιθυμίαν καὶ ἐπὶ τούτῳ καὶ ἐς διαβολὴν ἐμβαλεῖν, ὑφʼ ὧνπερ καὶ τὰ μάλιστα ἀπέθανεν;