Ancient Greek · ~5 min
Book 45, Chapter 8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.8
Not analysed yet
δεινῶς γὰρ δὴ πάντες ἠγανάκτησαν, καὶ οὐχ ἥκιστα ὅτι ὁ Καῖσαρ οὐδὲ ἐς τὴν ἀγορὰν ἔτι, πρός τε τὸ ἐκείνου ἐπίφθονον καὶ πρὸς τὸ τοῦ πλήθους ἐπαγωγόν, ἐφοίτησε. φοβηθεὶς οὖν ὁ Ἀντώνιος διελέξατό ποτε τοῖς παροῦσιν ὅτι οὔτε τινὰ ὀργὴν τῷ Καίσαρι ἔχοι, ἀλλὰ καὶ εὔνοιαν αὐτῷ ὀφείλοι, καὶ ὅτι ἕτοιμος εἴη πᾶσαν τὴν ὑποψίαν ἀπολύσασθαι. ἀγγελθέντων δὲ τούτων ἐκείνῳ συνῆλθον μὲν ἐς λόγους, καὶ κατηλλάχθαι τισὶν ἔδοξαν (τάς τε γὰρ γνώμας σφῶν ἀκριβῶς εἰδότες, καὶ ἐξελέγξαι τότε αὐτὰς ἄκαιρον εἶναι νομίσαντες, ἀνθυπεῖξάν τινα ἀλλήλοις συμβιβαζόμενοἰ, καὶ ἡμέρας μέν τινας ἡσύχασαν, ἔπειτα δὲ ἀνθυποπτεύσαντες ἀλλήλους, εἴτʼ ἐξ ἀληθοῦς ἐπιβουλῆς εἴτε καὶ ἐκ ψευδοῦς διαβολῆς, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι, διηνέχθησαν αὖθις. ὅταν γάρ τινες ἐκ μεγάλης ἔχθρας συνενεχθῶσι, πολλὰ μὲν μηδὲν δεινὸν ἔχοντα πολλὰ δὲ καὶ ἐκ συντυχίας συμβαίνοντα ὑποτοποῦσι· πᾶν γὰρ ἑνὶ λόγῳ ὡς καὶ ἐξεπίτηδες καὶ ἐπὶ κακῷ τινι γιγνόμενον πρὸς τὸ προϋπάρξαν ἔχθος λαμβάνουσι. καὶ αὐτοῖς ἐν τούτῳ καὶ οἱ διὰ μέσου ὄντες συνεπιτίθενται· διαγγέλλοντες γάρ τινα προσποιήσει εὐνοίας ἐπιπαροξύνουσιν αὐτούς. πλεῖστόν τε γάρ ἐστι τὸ βουλόμενον πάντας τούς τι δυναμένους ἀλλήλοις διαφέρεσθαι, καὶ διὰ τοῦτʼ ἐπιχαῖρόν τε ἐπὶ τῇ ἔχθρᾳ αὐτῶν καὶ συνεπιβουλεῦόν σφισι· καὶ ῥᾷστον ἀπατηθῆναι λόγοις ἐπιτετηδευμένοις ἐκ φιλίας ἀνυπόπτου τὸ προδιαβεβλημένον. ἐκ μὲν οὖν τούτου καὶ ἐκεῖνοι, οὐδὲ ἐν τῷ πρὶν πιστεύοντες ἀλλήλοις, ἐπὶ πλέον ἠλλοτριώθησαν.