Ancient Greek
45.9.1 to 45.9.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.9.1-2
Not analysed yet
ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος ἐσηγήσατο. τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάϊος στρατηγῶν· ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν ἐνόμιζον εἶναι, παῦσαι,