Ancient Greek · ~4 min
Book 46, Chapter 1
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.1
Not analysed yet
τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος ὁ Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθʼ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδʼ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα ἡ παροῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλʼ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν. ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην προπηλακίσειε, προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον ἥ τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἡ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθʼ ὑμεῖς ἀπατηθέντες ὑφʼ ὧν εἶπεν χεῖρον βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι.