Ancient Greek · ~3 min
Book 46, Chapter 2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.2
Not analysed yet
οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπʼ ἀρχῆς, ἀφʼ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω καὶ κάτω ταράττων διατετέλεκεν. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι διʼ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι; ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν ὁ τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; ὁ τόν τε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον