Ancient Greek · ~4 min
Book 46, Chapter 12
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.12
Not analysed yet
Ἑἶτα τούτων οὕτως ἐχόντων τολμᾷς λεγειν ὅτι τόν τε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας, Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας· ὅστις τῷ τε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτεινόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήν τε Ἰταλίαν ὅλην ἐκλιπεῖν· ὅστις Καίσαρα μὲν οὐδὲ ἐς τὴν Ῥώμην ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶ ἐς τὴν Μακεδονίαν ἀπέδρας. καὶ οὐδὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτʼ, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐδὲ ἀπʼ ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τὴν τε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτʼ ἐκ τοῦ ἀσφαλοῦς αὐτοῖς ἐφήδρευσας, καὶ τοῦ μὲν πταίσαντος ὡς καὶ ἀδικοῦντός τι διὰ τοῦτʼ εὐθὺς ἀπέστης, πρὸς δὲ τὸν κρατήσαντα ὡς καὶ δικαιότερον ἀπέκλινας. καὶ οὕτω γε, πρὸς τοῖς ἄλλοις κακοῖς, καὶ ἀχάριστος εἶ ὥστε οὐ μόνον οὐκ ἀγαπᾷς ὅτι ἐσώθης ὑπʼ αὐτοῦ, ἀλλὰ καὶ ἀγανακτεῖς ὅτι μὴ καὶ ἱππάρχησας.