Ancient Greek · ~3 min
Book 46, Chapter 13
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.13
Not analysed yet
Ἑἶτα ταῦτα σαυτῷ συνειδὼς τολμᾷς λέγειν ὅτι οὐκ ἐχρῆν τὸν Ἀντώνιον διʼ ἔτους ἱππαρχῆσαι; οὐδὲ γὰρ τὸν Καίσαρα διʼ ἔτους δικτατορεῦσαι. ἀλλʼ εἴτε καλῶς εἴτε καὶ ἀναγκαίως ταῦτʼ ἐγένετο, ἐψηφίσθη τε ὁμοίως ἀμφότερα καὶ ἤρεσε καὶ ἡμῖν καὶ τῷ δήμῳ. τούτοις οὖν, ὦ Κικέρων, ἐγκάλει, εἴ τι παρενόμησαν, μὴ μὰ Δία μὴ τοῖς ὑπʼ αὐτῶν τετιμημένοις ὅτι ἀξίους ἑαυτοὺς καὶ τῶν τηλικούτων τυχεῖν παρέσχον· ὡς εἴγε ὑπὸ τῶν πραγμάτων τῶν τότε ἡμᾶς περιστάντων ἠναγκάσθημεν αὐτὰ οὕτω καὶ παρὰ τὸ προσῆκον ποιῆσαι, τί τοῦτο Ἀντωνίῳ νῦν ἐπιφέρεις, ἀλλʼ οὐ τότε ἀντέλεγες, εἴπερ ἐδύνασο; ὅτι ἐφοβοῦ νὴ Δία. εἶτα σὺ μὲν τότε σιωπήσας συγγνώμης διὰ τὴν δειλίαν τεύξῃ, οὗτος δὲ ὅτι σοῦ προετιμήθη, δίκην διὰ τὴν ἀρετὴν ὑφέξει; καὶ ποῦ ταῦτα τὰ δίκαια ἔμαθες, ἢ που ταῦτα τὰ νόμιμα ἀνέγνως;