Ancient Greek · ~4 min
Book 46, Chapter 14
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.14
Not analysed yet
ʽἁ̓λλʼ οὐκ ὀρθῶς τῇ ἱππαρχίᾳ ἐχρήσατο. ʼ διὰ τί; (ὅτι τὰ ὑπάρχοντα,ʼ φησί, (τὰ τοῦ Πομπηίου ἠγόρασε. ʼ πόσοι δὲ ἄλλοι πόσα ἄλλα ἐπρίαντο, ὧν οὐδεὶς αἰτίαν ἔχει; καὶ γάρ που διὰ τοῦτο καὶ ἐδημεύθη τινὰ καὶ ἐς τὸ πρατήριον ἐξετέθη καὶ τῇ τοῦ κοινοῦ κήρυκος φωνῇ ἀπεκηρύχθη, ἵνα τις αὐτὰ ἀγοράσῃ. (ἀλλʼ οὐκ ἐχρῆν τὰ τοῦ Πομπηίου κτήματα πεπρᾶσθαι. ʼ οὐκοῦν ἡμεῖς ἡμάρτομεν καὶ κακῶς ἐποιήσαμεν δημεύσαντες αὐτά· ἤ, ἵνα σὲ καὶ ἡμᾶς τις ἀπολύσῃ, πάντως που ὁ Καῖσαρ ἐπλημμέλησεν ὁ τοῦτο γενέσθαι κελεύσας· ᾧ οὐδὲν ἐπεκάλεσας. ἀλλʼ ἐν μὲν τούτῳ καὶ πάνυ μωραίνων ἐξελέγχεται. δύο γοῦν ἐναντιώτατα τοῦ Ἀντωνίου κατηγορηκεν, ἓν μὲν ὅτι πλεῖστα τῷ Καίσαρι συμπράξας καὶ πάμπολλα διὰ τοῦτο παρʼ αὐτοῦ λαβὼν ἔπειτα τὴν τιμὴν αὐτῶν βιαίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθʼ ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ ἡ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρεἰ, τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.