Ancient Greek · ~2 min
46.22.1 to 46.22.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.22.1-2
Not analysed yet
λέγε τοίνυν, τοιαῦτα γράφων καὶ τοιαῦτα πράττων, οἷα δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ λόγῳ δημηγορεῖν καὶ ἔργῳ ποιεῖν· ἀμείνων γὰρ εἶ ἑτέροις τισὶν ὁτιοῦν παραινεῖν ἢ αὐτὸς τὰ προσήκοντα πράττειν, καὶ τοῖς ἄλλοις ἐπιτιμᾶν ἢ σεαυτὸν ἐπανορθοῦν. καίτοι πόσῳ σε κρεῖττον ἦν, ἀντὶ μὲν τῆς δειλίας ἣν Ἀντωνίῳ ὀνειδίζεις, αὐτὸν τὴν μαλακίαν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποθέσθαι, ἀντὶ δὲ τῆς ἀπιστίας ἣν ἐκείνῳ προφέρεις, αὐτὸν μήτʼ ἄπιστόν τι ποιεῖν μήτʼ αὐτομολεῖν, ἀντὶ δὲ τῆς ἀχαριστίας ἧς ἐκείνου