Ancient Greek
Book 46, Chapter 22
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.22.3
Not analysed yet
κατηγορεῖς, αὐτὸν μὴ ἀδικεῖν τοὺς εὐεργέτας; ἓν γάρ τοι καὶ τοῦτο τῶν κακῶν τῶν ἐμφύτων αὐτῷ ἐστιν, ὅτι μισεῖ μάλιστα πάντων τούς τι αὐτὸν εὖ πεποιηκότας, καὶ τῶν μὲν ἄλλων ἀεί τινας θεραπεύει, τούτοις δὲ ἐπιβουλεύει. ἵνα γοῦν τἆλλα ἐάσω, ἐλεηθεὶς ὑπὸ τοῦ Καίσαρος καὶ σωθεὶς ἔς τε τοὺς εὐπατρίδας ἐγγραφεὶς ἀπέκτεινεν, οὐκ αὐτοχειρίᾳ (πόθεν, δειλός τε οὕτω καὶ γύννις ὤν; ʼ ἀλλʼ ἀναπείσας καὶ παρασκευάσας