Ancient Greek · ~4 min
46.22.4 to 46.22.7
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.22.4-7
Not analysed yet
τοὺς τοῦτο ποιήσαντας. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτοὶ ἐκεῖνοι ἐδήλωσαν· ὅτε γοῦν γυμνοῖς τοῖς ξίφεσιν ἐς τὴν ἀγορὰν ἐσέδραμον, ὀνομαστὶ αὐτὸν ἀνεκάλεσαν συνεχῶς εἰπόντες, (ὦ Κικέρων,ʼ ὥσπερ που πάντες ἠκούσατε. ἐκεῖνόν τε οὖν εὐεργέτην ὄντα ἐφόνευσε, καὶ παρʼ αὐτοῦ τοῦ Ἀντωνίου καὶ τῆς ἱερωσύνης καὶ τῆς σωτηρίας, ὅτʼ ἀπολέσθαι ἐν τῷ Βρεντεσίῳ ὑπὸ τῶν στρατιωτῶν ἐκινδύνευσε, τυχὼν τοιαύτας αὐτῷ χάριτας ἀνταποδίδωσι, κακηγορῶν τε αὐτὸν ἐπὶ τούτοις ἃ μήτʼ αὐτὸς μήτʼ ἄλλος τις πώποτε ἐμέμψατο, καὶ κατατρέχων ἐφʼ οἷς ἄλλους ἐπαινεῖ. τὸν γοῦν Καίσαρα τοῦτον, μήθʼ ἡλικίαν ἄρχειν ἤ τι τῶν πολιτικῶν πράττειν ἔχοντα μήθʼ ὑφʼ ἡμῶν προκεχειρισμένον, ὁρῶν καὶ δύναμιν πεπορισμένον καὶ πόλεμον μήτε ἐψηφισμένων ἡμῶν μήτε προστεταχότων αὐτῷ ἀνῃρημένον, οὐ μόνον οὐκ αἰτιᾶταί τι ἀλλὰ καὶ ἐγκωμιάζει. οὕτως οὔτε τὰ δίκαια πρὸς τοὺς νόμους οὔτε τὰ συμφέροντα πρὸς τὸ τῷ κοινῷ χρήσιμον ἐξετάζει, ἀλλὰ πάντα ἁπλῶς πρὸς τὴν ἑαυτοῦ βούλησιν διάγει, καὶ ἐφʼ οἷς ἄλλους ἀποσεμνύνει, ταῦθʼ ἑτέροις ἐγκαλεῖ, καὶ καταψευδόμενος ὑμῶν καὶ προσδιαβάλλων