Ancient Greek · ~3 min
Book 46, Chapter 24
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.24
Not analysed yet
οὐδὲ γὰρ οὐδὲ τοῦτο δύναιτʼ ἄν τις σωφρονῶν εἰπεῖν, ὅτι ἐκεῖνος ταῦθʼ ὑμᾶς ψηφίσασθαι ἐβιάσατο. οὔτε γὰρ αὐτὸς ἰσχύν τινα στρατιωτῶν εἶχεν ὥστε παρὰ γνώμην ὑμᾶς ποιῆσαί τι καταναγκάσαι, καὶ τὸ πρᾶγμα ὑπὲρ τῆς πόλεως πέπρακται. ἐπειδὴ γὰρ προυπέπεμπτο μὲν τὰ στρατεύματα καὶ συνειστήκει, δέος δὲ ἦν μὴ πυθόμενα τῆς τοῦ Καίσαρος σφαγῆς στασιάσῃ καί τινα φλαῦρον προστησάμενα αὖθις πολεμήσῃ, ἔδοξεν ὑμῖν, ὀρθῶς καὶ καλῶς ποιοῦσι, τὸν Ἀντώνιον ἐπʼ αὐτὰ ἐπιστῆσαι, τὸν ὕπατον, τὸν τὴν ὁμόνοιαν πρυτανεύσαντα, τὸν τὴν δικτατορίαν παντελῶς ἐκ τῆς πολιτείας ἐκκόψαντα. καὶ διὰ τοῦτό γε καὶ τὴν Γαλατίαν αὐτῷ ἀντὶ τῆς Μακεδονίας ἀντεδώκατε, ἵνʼ ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ ὢν μήτε τι κακουργήσῃ καὶ τὸ προσταχθὲν εὐθὺς ὑφʼ ὑμῶν ποιήσῃ.