Ancient Greek · ~5 min
Book 46, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.25
Not analysed yet
ταῦτα μὲν οὖν πρὸς ὑμᾶς εἶπον, ἵνʼ εἰδῆτε ὀρθῶς βεβουλευμένοι· πρὸς δὲ δὴ Κικέρωνα καὶ ἐκεῖνός μοι ὁ λόγος ἐξήρκει, ὅτι καὶ παρῆν πᾶσι τούτοις ὅτε ἐγίγνετο, καὶ μεθʼ ἡμῶν αὐτὰ ἐψηφίσατο, μήτε στρατιώτην τινὰ Ἀντωνίου ἔχοντος, μήθʼ ὅλως ἐνδείξασθαί τι φοβερὸν ἡμῖν δυναμένου, δι’ ὃ καὶ τῶν συμφερόντων ἄν τι παρείδομεν. ἀλλʼ εἰ καὶ τότε ἐσιώπησας, νῦν γε εἰπέ, τί ἐχρῆν ἡμᾶς ποιῆσαι τούτων οὕτως ἐχόντων; ἀφεῖναι τὰ στρατεύματα ἄναρχα; καὶ πῶς οὐκ ἂν μυρίων κακῶν καὶ τὴν Μακεδονίαν καὶ τὴν Ἰταλίαν ἐνέπλησεν; ἀλλʼ ἑτέρῳ τινὶ προστάξαι; καὶ τίνα ἂν ἀναγκαιότερον καὶ ἐπιτηδειότερον τοῦ Ἀντωνίου εὕρομεν, τοῦ ὑπάτου, τοῦ πάντα τὰ τῆς πόλεως διοικοῦντος, τοῦ τοσαύτην φυλακὴν τῆς ὁμονοίας ἡμῶν πεποιημένου, τοῦ μυρία ἐπιδείγματα τῆς πρὸς τὸ κοινὸν εὐνοίας παρεσχημένου; τινὰ τῶν σφαγέων; οἷς οὐδʼ ἄλλως ἐν τῇ πόλει διατρίβειν ἀσφαλὲς ἐγίγνετο. τινὰ τῶν τἀναντία αὐτοῖς φρονούντων; οὓς πάντες ὑπώπτευον. τίς ἀξιώσει προέχων, τίς ἐμπειρίᾳ προφέρων παρὰ τοῦτον ἄλλος ἦν; ἀλλʼ ἀγανακτεῖς ὅτι μὴ σὲ προειλόμεθα. καὶ τίνα μὲν ἀρχὴν εἶχες, τί δʼ οὐκ ἂν ἔδρασας ὅπλα καὶ στρατιώτας λαβὼν ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῇ ὑπατείᾳ ταράξας ἐκ τῶν ἐπιτετηδευμένων