Ancient Greek · ~7 min
Book 46, Chapter 26
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.26
Not analysed yet
σοι τούτων ἀντιθέτων, ὧν μόνων ἦς κύριος; ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι καὶ παρῆς τούτοις ὅτε ἐψηφίζετο, καὶ οὐδὲν ἀντεῖπες, ἀλλὰ καὶ συγκατέθου πᾶσιν αὐτοῖς ὡς καὶ ἀρίστοις καὶ ἀναγκαίοις δῆλον ὅτι οὖσιν. οὐ γάρ που καὶ παρρησίας ἐνδεὴς ἦσθα· πολλὰ γοῦν καὶ μάτην ὑλάκτεις. οὐ μὴν οὐδὲ ἐφοβήθης τινά· πῶς γὰρ ἂν ἔδεισας τὸν γυμνὸν ὁ μὴ φοβούμενος τὸν ὡπλισμένον; πῶς τὸν μόνον ὁ μὴ τὸν τοσούτους στρατιώτας ἔχοντα; καίτοι σύγε καὶ ἐπὶ τούτῳ σεμνύνῃ, ὅτι πάνυ τοῦ θανάτου, ὥς γε καὶ φῄς, καταφρονεῖς. οὕτω δὴ τούτων ἐχόντων πότερος ὑμῖν ἀδικεῖν δοκεῖ, Ἀντώνιος ὁ τὰς δυνάμεις τὰς δοθείσας αὐτῷ παρʼ ἡμῶν διοικῶν, ἢ Καῖσαρ ὁ τοσαύτην ἰσχὺν ἰδίαν περιβεβλημένος; Ἀντώνιος ὁ πρὸς τὴν ἐπιτραπεῖσαν αὐτῷ παρʼ ἡμῶν ἀρχὴν ἀπεληλυθώς, ἢ Βροῦτος ὁ κωλύων αὐτὸν τῆς χώρας ἐπιβῆναι; Ἀντώνιος ὁ τοὺς συμμάχους ἡμῶν ἀναγκάσαι ἐθέλων τοῖς ψηφίσμασιν ἡμῶν πεισθῆναι, ἢ ἐκεῖνοι οἱ τὸν μὲν πεμφθέντα ὑφʼ ἡμῶν ἄρχοντα μὴ προσδεδεγμένοι, τῷ δὲ ἀπεψηφισμένῳ προστεθειμένοι; Ἀντώνιος ὁ τοὺς στρατιώτας τοὺς ἡμετέρους συνέχων, ἢ οἱ στρατιῶται οἱ τὸν ἄρχοντα αὑτῶν ἐγκαταλελοιπότες; Ἀντώνιος ὁ μηδένα τούτων τῶν στρατιωτῶν τῶν ὑφʼ ἡμῶν αὐτῷ δοθέντων ἐς τὴν πόλιν ἐσαγαγών, ἢ Καῖσαρ ὁ τοὺς πάλαι ἐστρατευμένους ἀναπείσας χρήμασι δεῦρο ἐλθεῖν; ἐγὼ μὲν γὰρ οὐδὲ λόγου τινὸς ἔτι δεῖν ἡγοῦμαι πρὸς τὸ μὴ οὐκ ἐκεῖνον μὲν πάντα τὰ προσταχθέντα αὐτῷ ὑφʼ ἡμῶν ὀρθῶς δοκεῖν διοικεῖν, τούτους δὲ καὶ δίκην ὧν αὐτοὶ καθʼ αὑτοὺς ἐτόλμησαν ὑποσχεῖν ὀφείλειν. διὰ γὰρ τοῦτο καὶ τὴν παρὰ τῶν στρατιωτῶν φυλακὴν ἐλάβετε, ἵνʼ ἀσφαλῶς ὑπὲρ τῶν παρόντων, οὐκ Ἀντωνίου ἕνεκα τοῦ μήτε ἰδίᾳ τι πεποιηκότος μήτʼ ἔν τινι ὑμᾶς πεφοβηκότος, ἀλλʼ ἐκείνου τοῦ καὶ δύναμιν ἐπʼ αὐτὸν συνειλοχότος καὶ πολλοὺς στρατιώτας καὶ ἐν αὐτῇ πόλει πολλάκις ἐσχηκότος, βουλεύσησθε.