Ancient Greek · ~6 min
Book 46, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.29
Not analysed yet
τοιαῦτα τοῦ Καλήνου εἰπόντος ὁ Κικέρων οὐκ ἤνεγκεν· αὐτὸς μὲν γὰρ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ ἀεὶ πρὸς πάντας ὁμοίως ἐχρῆτο, παρὰ δὲ δὴ τῶν ἄλλων οὐκ ἠξίου τὴν ὁμοίαν ἀντιλαμβάνειν. καὶ τότε οὖν ἀφεὶς τὸ τὰ δημόσια διασκοπεῖν ἐς λοιδορίας αὐτῷ κατέστη, ὥστε τὴν ἡμέραν ἐκείνην καὶ διὰ τοῦτο οὐχ ἥκιστα μάτην κατατριβῆναι. τῇ δʼ οὖν ὑστεραίᾳ καὶ τῇ τρίτῃ πολλῶν καὶ ἄλλων ἐφʼ ἑκάτερα λεχθέντων ἐκράτησαν οἱ τὰ τοῦ Καίσαρος πράττοντες, καὶ τοῦτο μὲν αὐτῷ ἐκείνῳ καὶ εἰκόνα καὶ τὸ βουλεύειν ἐν τοῖς τεταμιευκόσι, τό τε τὰς ἄλλας ἀρχὰς δέκα ἔτεσι θᾶσσον παρὰ τὸ νενομισμένον αἰτῆσαι, καὶ τὸ τὰ χρήματα ἃ τοῖς στρατιώταις ἀναλώκει, παρὰ τῆς πόλεως, ὅτι δὴ καὶ καθʼ ἑαυτὸν ὑπὲρ αὐτῆς δὴ παρεσκεύασέ σφας, λαβεῖν, τοῦτο δὲ καὶ τοῖς στρατιώταις, καὶ ἐκείνοις καὶ τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι, τὸ μήτʼ ἄλλον τινὰ πόλεμον πολεμῆσαι καὶ χώραν εὐθὺς δοθῆναι ἐψηφίσαντο. πρός τε τὸν Ἀντώνιον πρεσβείαν ἔπεμψαν κελεύσουσάν οἱ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἐς τὴν Μακεδονίαν ἀπελθεῖν. καὶ τοῖς συστρατευομένοις αὐτῷ προεῖπον οἴκαδε ἐντὸς ῥητῆς ἡμέρας ἀναχωρῆσαι, ἢ εἰδέναι ὅτι ἐν πολεμίου μοίρᾳ γενήσονται. καὶ προσέτι καὶ τοὺς βουλευτὰς τοὺς ἀρχὰς τῶν ἐθνῶν παρʼ αὐτοῦ λαβόντας καταλύσαντες ἑτέρους ἀντʼ αὐτῶν ἀντιπεμφθῆναι ἔγνωσαν. τότε μὲν ταῦτʼ ἐκυρώθη· ὕστερον δὲ οὐ πολλῷ, πρὶν καὶ τὴν γνώμην αὐτοῦ μαθεῖν, ταραχήν τε εἶναι ἐψηφίσαντο καὶ τὴν ἐσθῆτα τὴν βουλευτικὴν ἀπεδύσαντο, τόν τε πόλεμον τὸν πρὸς αὐτὸν καὶ τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, στρατηγοῦ τινα ἀρχὴν δόντες, προσέταξαν, καί σφισι καὶ τὸν Λέπιδον Λούκιόν τε Μουνάτιον Πλάγκον ἐν μέρει τῆς ὑπὲρ τὰς Ἄλπεις Γαλατίας ἄρχοντα βοηθῆσαι ἐκέλευσαν.