Ancient Greek · ~4 min
Book 46, Chapter 30
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.30
Not analysed yet
οὕτω μὲν τῷ Ἀντωνίῳ καὶ ἄλλως πολεμησείοντι αὐτοὶ τὴν πρόφασιν τῆς ἔχθρας παρέσχον. ἄσμενος γὰρ τῶν ἐψηφισμένων λαβόμενος αὐτίκα τε τοῖς πρέσβεσιν ἐξωνείδισεν ὡς οὔτʼ ὀρθῶς οὔτʼ ἴσως οἱ πρὸς τὸ μειράκιον, τὸν Καίσαρα λέγων, ἐχρήσαντο, καὶ ἀντιπέμψας ἑτέρους, ὅπως ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιστήσῃ, ἀντιπροετείνατό τινα, ἃ αὐτῷ μὲν εὐπρέπειαν ἔφερεν, ἀδύνατα δʼ ἦν καὶ ὑπὸ τοῦ Καίσαρος καὶ ὑπὸ τῶν ἄλλων τῶν συναιρομένων οἱ πραχθῆναι. ἔμελλε μὲν γὰρ οὐδὲν τῶν προσταχθέντων ποιήσειν, εὖ δὲ ἐπιστάμενος ὅτι οὐδὲ ἐκεῖνοί τι τῶν προβληθέντων ὑπʼ αὐτοῦ πράξουσιν, ὑπισχνεῖτο δῆθεν πάντ̣̔?ʼ τὰ δεδογμένα σφίσι ποιήσειν, ὅπως αὐτός τε ἀναφυγὴν ὡς κἂν πράξας αὐτὰ ἔχῃ, καὶ τὰ τῶν ἐναντίων, ἀρνησαμένων ἃ ἐπήγγελλεν, αἴτια τοῦ πολέμου φθάσῃ γενόμενα. τήν τε γὰρ Γαλατίαν ἐκλείψειν καὶ τὰ στρατόπεδα ἀφήσειν ἔλεγεν, ἂν τούτοις τε τὰ αὐτὰ ἅπερ τοῖς τοῦ Καίσαρος ἐψηφίσαντο δῶσιν, καὶ τὸν Κάσσιον τόν τε Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἕλωνται. καὶ γὰρ τοῦτʼ ᾔτησε προσποιούμενος τοὺς ἄνδρας, ἵνα μηδεμίαν αὐτῷ ὀργὴν τῶν πρὸς τὸν Δέκιμον τὸν συνωμότην σφῶν πραττομένων ἔχοιεν.