Ancient Greek · ~4 min
Book 46, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.32
Not analysed yet
τινῶν ὁσίας ἕνεκα. ταῦτα δὲ ὅσοι μὲν τῷ τε Καίσαρι ἐχαρίζοντο καὶ τὸν Ἀντώνιον ἐμίσουν προθύμως ἔπραττον· οἱ δὲ δὴ πλείους, ἅτε καὶ ταῖς στρατείαις ἅμα καὶ ταῖς ἐσφοραῖς βαρούμενοι, ἐδυσχέραινον, καὶ μάλισθʼ ὅτι ἄδηλον μὲν ἦν ὁπότερος αὐτῶν κρατήσει, πρόδηλον δὲ ὅτι τῷ νικήσαντι δουλεύσουσι. συχνοὶ δʼ οὖν καὶ τὰ τοῦ Ἀντωνίου βουλόμενοι, οἱ μὲν ἄντικρυς πρὸς αὐτόν, ἄλλοι τε καὶ δήμαρχοι στρατηγοί τέ τινες, ἀπῆλθον, οἱ δὲ καὶ κατὰ χώραν μείναντες, ὧν καὶ ὁ Καλῆνος ἦν, ἔπραττον ὑπὲρ αὐτοῦ πάνθʼ ὅσα ἐδύναντο, τὰ μὲν ἐπικρυπτόμενοι, τὰ δὲ καὶ ἐκ τοῦ φανεροῦ διαδικαιοῦντες. οὔκουν οὐδὲ τὴν ἐσθῆτα εὐθὺς ἠλλάξαντο, ἀλλὰ καὶ ἔπεισαν αὖθις τὴν γερουσίαν πρέσβεις πρὸς τὸν Ἀντώνιον ἄλλους τε καὶ τὸν Κικέρωνα πέμψαι, πρόφασιν μὲν ὡς καὶ πείσοντα αὐτὸν ὁμολογῆσαι, ἔργῳ δὲ ἵνʼ ὑπεξαιρεθῇ σφισι. συννοήσας οὖν τοῦτʼ ἐκεῖνος ἐφοβήθη καὶ οὐκ ἐτόλμησεν ἑαυτὸν ἐς τὰ τοῦ Ἀντωνίου ὅπλα ἐκδοῦναι. κἀκ τούτου οὐδʼ ἄλλος τις τῶν πρεσβευτῶν ἀπῆρεν.