Ancient Greek · ~5 min
Book 46, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.31
Not analysed yet
Ἀντώνιος μὲν ταῦτα προΐσχετο, σαφῶς εἰδὼς μηδέτερον αὐτῶν ἐσόμενον· ὁ γὰρ Καῖσαρ οὐκ ἄν ποτε ὑπέμεινεν οὔτε τοὺς σφαγέας τοὺς τοῦ πατρὸς ὑπατεῦσαι, οὔτε τοὺς στρατιώτας τοὺς τοῦ Ἀντωνίου τὰ αὐτὰ τοῖς ἑαυτοῦ λαβόντας προσφιλεστέρους αὐτῷ μᾶλλον γενέσθαι. οὔκουν οὐδὲ ἐκυρώθη τι αὐτῶν, ἀλλὰ τῷ τε Ἀντωνίῳ τὸν πόλεμον πάλιν ἐπήγγειλαν, καὶ τοῖς συνοῦσίν οἱ προηγόρευσαν αὖθις ἐγκαταλιπεῖν αὐτόν, ἑτέραν τινὰ ἡμέραν τάξαντες. τάς τε χλαμύδας τὰς στρατιωτικὰς πάντες, καὶ οἱ μὴ ἐκστρατεύσοντες, ἠμπέσχοντο, καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως ἐπέτρεψαν, ἐκεῖνο δὴ τὸ εἰθισμένον τῷ δόγματι προσγράψαντες, τὸ μηδὲν ἀπʼ αὐτῆς ἀποτριβῆναι. ἐπειδή τε πολλῶν χρημάτων ἐς τὸν πόλεμον ἐδέοντο, πάντες μὲν τὸ πέμπτον καὶ εἰκοστὸν τῆς ὑπαρχούσης σφίσιν οὐσίας ἐπέδωκαν, οἱ δὲ δὴ βουλευταὶ καὶ τέσσαρας ὀβολοὺς καθʼ ἑκάστην κεραμίδα τῶν ἐν τῇ πόλει οἰκιῶν, ὅσας ἢ αὐτοὶ ἐκέκτηντο ἢ ἄλλων οὔσας ᾤκουν. καὶ χωρὶς ἕτερα οὐκ ὀλίγα οἱ πάνυ πλούσιοι συνετέλεσαν, τά τε ὅπλα καὶ τὰ ἄλλα τὰ πρὸς τὴν στρατείαν ἀναγκαῖα συχναὶ μὲν πόλεις συχνοὶ δὲ καὶ ἰδιῶται προῖκα ἐξεποίησαν· τοσαύτη γὰρ ἀχρηματία τὸ δημόσιον τότε ἔσχεν ὥστε μηδὲ τὰς πανηγύρεις τὰς ἐν τῷ καιρῷ ἐκείνῳ γενέσθαι ὀφειλούσας ἐπιτελεσθῆναι, ἔξω βραχέων