Ancient Greek
Book 46, Chapter 34
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.34.1
Not analysed yet
αἴτιοι δὲ τῶν κακῶν τούτων αὐτοὶ ἑαυτοῖς οἱ βουλευταὶ ἐγένοντο. δέον γὰρ αὐτοὺς ἕνα τινὰ τὸν τὰ ἀμείνω φρονοῦντα προστήσασθαι καὶ ἐκείνῳ διὰ παντὸς συνάρασθαι, τοῦτο μὲν οὐκ ἐποίησαν, ὑπολαβόντες δὲ δή τινας καὶ ἐπὶ τοὺς ἑτέρους ἐπαυξήσαντες ἔπειτα καὶ ἐκείνους ἀντικαθελεῖν ἐπεχείρησαν, κἀκ τούτου φίλον μὲν