Ancient Greek · ~2 min
Book 46, Chapter 34
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.34.2
Not analysed yet
οὐδένα, ἐχθροὺς δὲ πάντας ἔσχον. οὐ γὰρ τὸν αὐτὸν τρόπον πρός τε τοὺς λυπήσαντάς τινες καὶ πρὸς τοὺς εὐεργετήσαντας διατίθενται, ἀλλὰ τῆς μὲν ὀργῆς καὶ ἄκοντες μνημονεύουσι, τῆς δὲ δὴ χάριτος καὶ ἑκόντες ἐπιλανθάνονται, τὸ μέν τι ἀπαξιοῦντες εὖ πεπονθέναι δοκεῖν ὑπό τινων, ὡς καὶ ἀσθενέστεροί σφων δόξοντες εἶναι, τὸ δὲ ἀγανακτοῦντες εἴπερ ἀνατὶ κεκακῶσθαι νομισθήσονται πρός τινος, ὡς καὶ ἀνανδρίαν ὀφλήσοντες.